<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="1"><milestone ed="P" unit="para"/>ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν</l><l n="2">ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα</l><l n="3">Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·</l><l n="4">ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων</l><l n="5">εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε</l><l n="6">τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.</l><l n="7">τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων</l><l n="8">τοῖον ἄηθʼ οἶόν τε πολυχρύσου Ἀφροδίτης.</l><l n="9">ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,</l><l n="10">ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·</l><l n="11">ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,</l><l n="12">χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν</l><l n="13">ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.</l><l n="14">ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι</l><l n="15">νόσφιν ἄτερ φιλότητος ἐφιμέρου,  οὐδέ οἱ ἦεν</l><l n="16">πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,</l><l n="17">πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων</l><l n="18">ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας</l><l n="19">ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.</l><l n="20">τὼς  γάρ οἱ διέκειτο,  θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>