<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:81-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:81-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="81">Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="82">δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.</l><milestone n="83" ed="p" unit="card"/><l n="83"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,</l><l n="84">εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην</l><l n="85">δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς</l><l n="86">ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον</l><l n="87">δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν</l><l n="88">ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.</l><l n="89">αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.</l><l n="90">Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων</l><l n="91">νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο</l><l n="92">νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.</l><l n="93"><del>αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.</del></l><l n="94">ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα</l><l n="95">ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.</l><l n="96">μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν</l><l n="97">ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε</l><l n="98">ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο</l><l n="99"><del>αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.</del></l><l n="100">ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>