<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:798-817</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:798-817</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="798">τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε</l><l n="799">ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.</l><milestone n="800" ed="p" unit="card"/><l n="800">Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν</l><l n="801">οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.</l><l n="802"><milestone ed="P" unit="para"/>πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·</l><l n="803">ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν</l><l n="804">Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.</l><l n="805">Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν</l><l n="806">εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ</l><l n="807">βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα</l><l n="808">νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.</l><l n="809">τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.</l><l n="810"><milestone ed="P" unit="para"/>εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,</l><l n="811">πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·</l><l n="812">ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι</l><l n="813">ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.</l><l n="814"><milestone ed="P" unit="para"/>παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην</l><l n="815">ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι</l><l n="816">βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,</l><l n="817">νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>