<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:778-797</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:778-797</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="778">ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·</l><l n="779">τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.</l><l n="780">Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι</l><l n="781">σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.</l><l n="782"><milestone ed="P" unit="para"/>ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,</l><l n="783">ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,</l><l n="784">οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.</l><l n="785">οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι</l><l n="786">ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων</l><l n="787">σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·</l><l n="788">ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν</l><l n="789">ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.</l><l n="790">μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον</l><l n="791">ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.</l><l n="792"><milestone ed="P" unit="para"/>εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα</l><l n="793">γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.</l><l n="794">ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς</l><l n="795">μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="796">καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς</l><l n="797">πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>