<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:758-777</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:758-777</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="758">μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·</l><l n="759">μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.</l><l n="760"><milestone ed="P" unit="para"/>ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.</l><l n="761">φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι</l><l n="762">ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.</l><l n="763">φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ</l><l n="764">λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.</l><milestone n="765" ed="p" unit="card"/><l n="765">Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν</l><l n="766">πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην</l><l n="767">ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.</l><l n="769"><milestone ed="P" unit="para"/>αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,</l><l n="768">εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.</l><l n="770">Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·</l><l n="771">τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·</l><l n="772">ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς</l><l n="773">ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·</l><l n="774">ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,</l><l n="775">ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·</l><l n="776">ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·</l><l n="777">τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>