<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:738-757</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:738-757</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="738">ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,</l><l n="739">χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.</l><l n="740">ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος,</l><l n="741">τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.</l><l n="742"><milestone ed="P" unit="para"/>μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ</l><l n="743">αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.</l><l n="744"><milestone ed="P" unit="para"/>μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε</l><l n="745">πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.</l><l n="746"><milestone ed="P" unit="para"/>μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,</l><l n="747">μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.</l><l n="748"><milestone ed="P" unit="para"/>μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα</l><l n="749">ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.</l><l n="750"><milestone ed="P" unit="para"/>μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,</l><l n="751">παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ,</l><l n="752">μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.</l><l n="753">μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι</l><l n="754">ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ</l><l n="755">ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας</l><l n="756">μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.</l><l n="757">μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>