<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:718-737</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:718-737</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="718">τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.</l><l n="719">γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος</l><l n="720">φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.</l><l n="721">εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.</l><l n="722"><milestone ed="P" unit="para"/>μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι</l><l n="723">ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.</l><l n="724"><milestone ed="P" unit="para"/>μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον</l><l n="725">χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·</l><l n="726">οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.</l><l n="727"><milestone ed="P" unit="para"/>μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·</l><l n="728">αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·</l><l n="729">μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς</l><l n="730">μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·</l><l n="731">ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,</l><l n="732">ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου</l><l n="734">ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.</l><l n="735">μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα</l><l n="736">σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.</l><milestone n="737" ed="p" unit="card"/><l n="737"><milestone ed="P" unit="para"/>μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>