<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:678-697</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:678-697</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="678"><milestone ed="P" unit="para"/>ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·</l><l n="679">ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη</l><l n="680">ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ</l><l n="681">ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·</l><l n="682">εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε</l><l n="683">αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·</l><l n="684">ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ</l><l n="685">ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·</l><l n="686">χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.</l><l n="687">δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα</l><l n="688">φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.</l><l n="689">μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·</l><l n="690">ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.</l><l n="691">δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.</l><l n="692">δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας</l><l n="693">ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.</l><l n="694">μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.</l><l n="695"><milestone ed="P" unit="para"/>ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,</l><l n="696">μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων</l><l n="697">μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>