<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:658-677</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:658-677</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="658">τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,</l><l n="659">ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.</l><l n="660">τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·</l><l n="661">ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·</l><l n="662">Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.</l><l n="663"><milestone ed="P" unit="para"/>ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,</l><l n="664">ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,</l><l n="665">ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα</l><l n="666">καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,</l><l n="667">εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων</l><l n="668">ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·</l><l n="669">ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.</l><l n="670">τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·</l><l n="671">εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας</l><l n="672">ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,</l><l n="673">σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·</l><l n="674">μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον</l><l n="675">καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,</l><l n="676">ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ</l><l n="677">πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>