<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="61">γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν</l><l n="62">καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν</l><l n="63">παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην</l><l n="64">ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·</l><l n="65">καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην</l><l n="66">καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·</l><l n="67">ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος</l><l n="68">Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.</l><l n="69"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.</l><l n="70">αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις</l><l n="71">παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·</l><l n="72">ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="73">ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ</l><l n="74">ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε</l><l n="75">Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·</l><l n="76"><del>πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.</del></l><l n="77">ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης</l><l n="78">ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος</l><l n="79"><del>τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν</del></l><l n="80">θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>