<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:598-617</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:598-617</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="598">δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,</l><l n="599">χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.</l><l n="600">μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ</l><l n="601">πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,</l><l n="602">θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον</l><l n="603">δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·</l><l n="604">καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,</l><l n="605">μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.</l><l n="606">χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη</l><l n="607">βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα</l><l n="608">δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.</l><milestone n="609" ed="p" unit="card"/><l n="609"><milestone ed="P" unit="para"/>εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ</l><l n="610">οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς,</l><l n="611">ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·</l><l n="612">δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,</l><l n="613">πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι</l><l n="614">δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ</l><l n="615">Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος</l><l n="616">δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι</l><l n="617">ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>