<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:558-577</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:558-577</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="558">χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.</l><l n="559">τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη</l><l n="560">ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.</l><l n="561">ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν</l><l n="562">ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις</l><l n="563">γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.</l><l n="564"><milestone ed="P" unit="para"/>εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο</l><l n="565">χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ</l><l n="566">Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο</l><l n="567">πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.</l><l n="568">τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν</l><l n="569">ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.</l><l n="570">τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον.</l><milestone n="571" ed="p" unit="card"/><l n="571"><milestone ed="P" unit="para"/>ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ</l><l n="572">Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·</l><l n="573">ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·</l><l n="574">φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον</l><l n="575">ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.</l><l n="576">τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν</l><l n="577">ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>