<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:438-457</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:438-457</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="438">ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.</l><l n="439">οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον</l><l n="440">ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.</l><l n="441">τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο</l><l n="442">ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,</l><l n="443">ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,</l><l n="444">μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ</l><l n="445">θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων</l><l n="446">σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.</l><l n="447">κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.</l><milestone n="448" ed="p" unit="card"/><l n="448"><milestone ed="P" unit="para"/>φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς</l><l n="449">ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·</l><l n="450">ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην</l><l n="451">δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·</l><l n="452">δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·</l><l n="453">ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·</l><l n="454">ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.</l><l n="455">φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,</l><l n="456">νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,</l><l n="457">τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>