<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:398-417</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:398-417</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="398">ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο,</l><l n="399">μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων</l><l n="400">ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν.</l><l n="401">δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς,</l><l n="402">χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·</l><l n="403">ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα</l><l n="404">φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.</l><milestone n="405" ed="p" unit="card"/><l n="405"><milestone ed="P" unit="para"/>οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,</l><l n="406">κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,</l><l n="407">χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,</l><l n="408">μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,</l><l n="409">ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.</l><l n="410">μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·</l><l n="411">οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν</l><l n="412">οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·</l><l n="413">αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.</l><l n="414"><milestone ed="P" unit="para"/>ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο</l><l n="415">καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος</l><l n="416">Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς</l><l n="417">πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>