<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:378-397</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:378-397</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="378">γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων.</l><l n="379">ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.</l><l n="380">πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη.</l><l n="381"><milestone ed="P" unit="para"/>σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,</l><l n="382">ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι.</l><l n="383"><milestone ed="P" unit="para"/>πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων</l><l n="384">ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.</l><l n="385">αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα</l><l n="386">κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ</l><l n="387">φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.</l><l n="388">οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης</l><l n="389">ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα,</l><l n="390">πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον</l><l n="391">ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,</l><l n="392">γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα</l><l n="393">ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα</l><l n="394">ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων</l><l n="395">πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.</l><l n="396">ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω</l><l n="397">οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>