<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:358-377</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:358-377</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="358">χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·</l><l n="359">ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,</l><l n="360">καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ.</l><l n="363">ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν·</l><l n="361">εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο</l><l n="362">καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.</l><l n="364">οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.</l><l n="365">οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.</l><l n="366">ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ</l><l n="367">χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.</l><l n="368">ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,</l><l n="369">μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ.</l><milestone n="370" ed="p" unit="card"/><l n="370"><milestone ed="P" unit="para"/>μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.</l><l n="371">καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.</l><l n="372">πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.</l><l n="373"><milestone ed="P" unit="para"/>μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω</l><l n="374">αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.</l><l n="375">ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν.</l><l n="376"><milestone ed="P" unit="para"/>μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον</l><l n="377">φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>