<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:338-357</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:338-357</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="338">ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,</l><l n="339">ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ,</l><l n="340">ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,</l><l n="341">ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.</l><l n="342"><milestone ed="P" unit="para"/>τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι·</l><l n="343">τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·</l><l n="344">εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται,</l><l n="345">γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.</l><l n="346">πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ.</l><l n="347">ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ.</l><l n="348">οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη.</l><l n="349">εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι,</l><l n="350">αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι,</l><l n="351">ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.</l><l n="352"><milestone ed="P" unit="para"/>μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν.</l><l n="353">τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.</l><l n="354">καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.</l><l n="355">δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν.</l><l n="356">δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.</l><l n="357">ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>