<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:318-337</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:318-337</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="318">αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.</l><l n="319">αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.</l><milestone n="320" ed="p" unit="card"/><l n="320"><milestone ed="P" unit="para"/>χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.</l><l n="321">εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,</l><l n="322">ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ</l><l n="323">γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ</l><l n="324">ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ·</l><l n="325">ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον</l><l n="326">ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.</l><l n="327">ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,</l><l n="328">ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ</l><l n="329">κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,</l><l n="330">ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα,</l><l n="331">ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ</l><l n="332">νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·</l><l n="333">τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν</l><l n="334">ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.</l><l n="335">ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν.</l><l n="336">κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν</l><l n="337">ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>