<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:277-296</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:277-296</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="277">ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς</l><l n="278">ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·</l><l n="279">ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη</l><l n="280">γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι</l><l n="281">γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·</l><l n="282">ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας</l><l n="283">ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,</l><l n="284">τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·</l><l n="285">ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.</l><l n="286"><milestone ed="P" unit="para"/>σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.</l><l n="287">τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι</l><l n="288">ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·</l><l n="289">τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν</l><l n="290">ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν</l><l n="291">καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται,</l><l n="292">ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.</l><l n="293"><milestone ed="P" unit="para"/>οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ</l><l n="294">φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·</l><l n="295">ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·</l><l n="296">ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>