<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:257-276</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:257-276</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="257">κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.</l><l n="258">καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,</l><l n="259">αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι</l><l n="260">γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ</l><l n="261">δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες</l><l n="262">ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.</l><l n="263">ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας</l><l n="264">δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.</l><l n="265"><milestone ed="P" unit="para"/>οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,</l><l n="266">ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.</l><l n="267"><milestone ed="P" unit="para"/>πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας</l><l n="268">καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,</l><l n="269">οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.</l><l n="270">νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος</l><l n="271">εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον</l><l n="272">ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·</l><l n="273">ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.</l><milestone n="274" ed="p" unit="card"/><l n="274" style="speech"><milestone ed="P" unit="para"/>ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,</l><l n="275" style="speech">καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.</l><l n="276">τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>