<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:237-256</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:237-256</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="237">νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.</l><milestone n="238" ed="p" unit="card"/><l n="238"><milestone ed="P" unit="para"/>οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,</l><l n="239">τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.</l><l n="240">πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,</l><l n="241">ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.</l><l n="242">τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων</l><l n="243">λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.</l><l n="244">οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι</l><l n="245">Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε</l><l n="246">ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος</l><l n="247">ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.</l><l n="248"><milestone ed="P" unit="para"/>ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ</l><l n="249">τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες</l><l n="250">ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν</l><l n="251">ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.</l><l n="252">τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="253">ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·</l><l n="254">οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα</l><l n="255">ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.</l><l n="256">ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>