<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:217-236</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:217-236</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="217">κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει</l><l n="218">ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.</l><l n="219">αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.</l><l n="220">τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι</l><l n="221">δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.</l><l n="222">ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,</l><l n="223">ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,</l><l n="224">οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.</l><l n="225">Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν</l><l n="226">ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,</l><l n="227">τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·</l><l n="228">εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς</l><l n="229">ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·</l><l n="230">οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ</l><l n="231">οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.</l><l n="232">τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς</l><l n="233">ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·</l><l n="234">εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·</l><l n="235">τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·</l><l n="236">θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>