<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="21">εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει</l><l n="22">πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν</l><l n="23">οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων</l><l n="24">εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.</l><l n="25">καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,</l><l n="26">καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.</l><l n="27"><milestone ed="P" unit="para"/>ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,</l><l n="28">μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι</l><l n="29">νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.</l><l n="30">ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,</l><l n="31">ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται</l><l n="32">ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.</l><l n="33">τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις</l><l n="34">κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται</l><l n="35">ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος</l><l n="36">ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.</l><l n="37">ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ</l><l n="38">ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας</l><l n="39">δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.</l><l n="40">νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>