<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:197-216</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:197-216</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="197">καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="198">λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν</l><l n="199">ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους</l><l n="200">Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ</l><l n="201">θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή.</l><milestone n="202" ed="p" unit="card"/><l n="202" style="speech"><milestone ed="P" unit="para"/>νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·</l><l n="203">ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον</l><l n="204">ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·</l><l n="205">ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι,</l><l n="206">μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·</l><l n="207" style="speech"><milestone ed="P" unit="para"/>δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·</l><l n="208" style="speech">τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·</l><l n="209" style="speech">δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.</l><l n="210" style="speech">ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·</l><l n="211" style="speech">νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.</l><l n="212"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.</l><l n="213" style="speech"><milestone ed="P" unit="para"/>ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε·</l><l n="214">ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς</l><l n="215">ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς</l><l n="216">ἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>