<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:177-196</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:177-196</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="177">παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ</l><l n="178">φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·</l><l n="179">ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.</l><l n="180">Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,</l><l n="181">εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.</l><l n="182">οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,</l><l n="183">οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,</l><l n="184">οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.</l><l n="185">αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·</l><l n="186">μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι</l><l n="187">σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε</l><l n="188">γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν</l><l n="189">χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.</l><l n="190">οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου</l><l n="191">οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν</l><l n="192">ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς</l><l n="193">οὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα</l><l n="194">μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.</l><l n="195">ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι</l><l n="196">δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>