<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:141-160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:141-160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="141">τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,</l><l n="142">δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,</l><l n="143">Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων</l><l n="144">χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,</l><l n="145">ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος</l><l n="146">ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον</l><l n="147">ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,</l><l n="148">ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι</l><l n="149">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="150">ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι</l><l n="151">χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.</l><l n="152">καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες</l><l n="153">βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο</l><l n="154">νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας</l><l n="155">εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.</l><l n="156"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,</l><l n="157">αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="158">Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,</l><l n="159">ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται</l><l n="160">ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>