<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="121"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—</l><l n="122">τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται</l><l n="123">ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,</l><l n="124"><del>οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα</del></l><l n="125"><del>ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν,</del></l><l n="126">πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,</l><l n="127">δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν</l><l n="128">ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες,</l><l n="129">χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.</l><l n="130">ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ</l><l n="131">ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.</l><l n="132">ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,</l><l n="133">παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες</l><l n="134">ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο</l><l n="135">ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν</l><l n="136">ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,</l><l n="137">ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα</l><l n="138">Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς</l><l n="139">οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.</l><milestone n="140" ed="p" unit="card"/><l n="140"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>