<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="1" style="speech"><milestone ed="P" unit="para"/>μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι</l><l n="2" style="speech">δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι·</l><l n="3" style="speech">ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,</l><l n="4" style="speech">ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.</l><l n="5" style="speech">ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,</l><l n="6" style="speech">ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,</l><l n="7" style="speech">ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει</l><l n="8" style="speech">Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.</l><l n="9" style="speech">κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας</l><l n="10" style="speech">τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.</l><milestone n="11" ed="p" unit="card"/><l n="11"><milestone ed="P" unit="para"/>οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν</l><l n="12">εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,</l><l n="13">ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν.</l><l n="14">ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,</l><l n="15">σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης</l><l n="16">ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.</l><l n="17">τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,</l><l n="18">θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,</l><l n="19">γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·</l><l n="20">ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>