<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:970-1022</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:970-1022</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="970">Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι</l><l n="971">νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,</l><l n="972">ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="973">πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,</l><l n="974">τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.</l><l n="975"><milestone ed="P" unit="para"/>Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,</l><l n="976">Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον</l><l n="977">Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,</l><l n="978">γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.</l><l n="979"><milestone ed="P" unit="para"/>κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ</l><l n="980">μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, </l><l n="981">Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,</l><l n="982">Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη</l><l n="983">βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.</l><l n="984"><milestone ed="P" unit="para"/>Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,</l><l n="985">Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.</l><l n="986">αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,</l><l n="987">ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.</l><l n="988">τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης</l><l n="989">παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη</l><l n="990">ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς</l><l n="991">νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.</l><l n="992"><milestone ed="P" unit="para"/>κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος</l><l n="993">Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων</l><l n="994">ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,</l><l n="995">τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, </l><l n="996">ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.</l><l n="997">τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,</l><l n="998">ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην</l><l n="999">Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="1000">καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,</l><l n="1001">Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων</l><l n="1002">Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.</l><milestone ed="p" unit="card" n="1003"/><l n="1003"><milestone ed="P" unit="para"/>αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,</l><l n="1004">ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων</l><l n="1005">Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην, </l><l n="1006">Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα</l><l n="1007">γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.</l><l n="1008"><milestone ed="P" unit="para"/>Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια</l><l n="1009">Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι</l><l n="1010">Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης. </l><l n="1011"><milestone ed="P" unit="para"/>Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο,</l><l n="1012">γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι</l><l n="1013">Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·</l><l n="1014"><del>Τηλέγονον δʼ ἄρʼ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.</del></l><l n="1015">οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων</l><l n="1016">πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.</l><l n="1017"><milestone ed="P" unit="para"/>Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων</l><l n="1018">γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι.</l><l n="1019"><milestone ed="P" unit="para"/>αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι</l><l n="1020">ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. </l><l n="1021"><milestone ed="P" unit="para"/>νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι</l><l n="1022">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>