<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:929h-969</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:929h-969</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="929h"><add>συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν</add></l><l n="929i"><add>δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.</add></l><l n="929j"><add>τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων</add></l><l n="929k"><add>κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην</add></l><l n="929l"><add>κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε</add></l><l n="929m"><add>πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.</add></l><l n="929n"><add>Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα</add></l><l n="929o"><add>ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων</add></l><l n="929p"><add>πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,</add></l><l n="929q"><add>ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων</add></l><l n="929r"><add>ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,</add></l><l n="929s"><del>αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·</del></l><l n="929t"><add>σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.</add></l><l n="930"><milestone ed="P" unit="para"/> Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου</l><l n="931">Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης</l><l n="932">πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι</l><l n="933">ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι</l><l n="934">ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε</l><l n="935">δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας</l><l n="936">ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,</l><l n="937">Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.</l><milestone ed="p" unit="card" n="938"/><l n="938"><milestone ed="P" unit="para"/>Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,</l><l n="939">κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.</l><l n="940"><milestone ed="P" unit="para"/>Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν</l><l n="941">μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,</l><l n="942">ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.</l><l n="943"><milestone ed="P" unit="para"/>Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην</l><l n="944">μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.</l><l n="945"><milestone ed="P" unit="para"/>ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,</l><l n="946">ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="947"><milestone ed="P" unit="para"/>χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,</l><l n="948">κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="949">τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.</l><l n="950"><milestone ed="P" unit="para"/>ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, </l><l n="951">ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,</l><l n="952">παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,</l><l n="953">αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,</l><l n="954">ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας</l><l n="955">ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. </l><l n="956"><milestone ed="P" unit="para"/>ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη</l><l n="957">Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.</l><l n="958">Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο</l><l n="959">κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο</l><l n="960">γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. </l><l n="961">ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι</l><l n="962">γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.</l><sp><milestone ed="p" unit="card" n="963"/><l n="963"><milestone ed="P" unit="para"/>ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ
                        ἔχοντες,</l><l n="964">νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.</l><l n="965">νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι</l><l n="966">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="967">ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι</l><l n="968">ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.</l></sp><l n="969"><milestone ed="P" unit="para"/>Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>