<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:906-969</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:906-969</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="906">θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.</l><l n="907"><milestone ed="P" unit="para"/>τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε
                    καλλιπαρῄους,</l><l n="908">Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,</l><l n="909">Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·</l><l n="910">τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων</l><l n="911">λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.</l><l n="912"><milestone ed="P" unit="para"/>αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,</l><l n="913">ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς</l><l n="914">ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.</l><l n="915"><milestone ed="P" unit="para"/>μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, </l><l n="916">ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο</l><l n="917">ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.</l><l n="918"><milestone ed="P" unit="para"/>Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,</l><l n="919">ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,</l><l n="920">γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. </l><l n="921"><milestone ed="P" unit="para"/>λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·</l><l n="922">ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε</l><l n="923">μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.</l><l n="924"><milestone ed="P" unit="para"/>αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν</l><l n="925">δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην</l><l n="926">πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,</l><l n="927">Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα</l><l n="928">γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,</l><l n="929">ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.</l><l n="929a"><milestone ed="P" unit="para"/><add>Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ. </add></l><l n="929b"><add>ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν</add></l><l n="929c"><add>Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,</add></l><l n="929d"><add>ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·</add></l><l n="929e"><add>αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο</add></l><l n="929f"><add>κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,</add></l><gap reason="ellipsis"/><l n="929g"><add>ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.</add></l><l n="929h"><add>συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν</add></l><l n="929i"><add>δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.</add></l><l n="929j"><add>τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων</add></l><l n="929k"><add>κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην</add></l><l n="929l"><add>κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε</add></l><l n="929m"><add>πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.</add></l><l n="929n"><add>Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα</add></l><l n="929o"><add>ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων</add></l><l n="929p"><add>πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,</add></l><l n="929q"><add>ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων</add></l><l n="929r"><add>ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,</add></l><l n="929s"><del>αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·</del></l><l n="929t"><add>σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.</add></l><l n="930"><milestone ed="P" unit="para"/> Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου</l><l n="931">Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης</l><l n="932">πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι</l><l n="933">ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι</l><l n="934">ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε</l><l n="935">δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας</l><l n="936">ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,</l><l n="937">Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.</l><milestone ed="p" unit="card" n="938"/><l n="938"><milestone ed="P" unit="para"/>Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,</l><l n="939">κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.</l><l n="940"><milestone ed="P" unit="para"/>Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν</l><l n="941">μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,</l><l n="942">ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.</l><l n="943"><milestone ed="P" unit="para"/>Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην</l><l n="944">μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.</l><l n="945"><milestone ed="P" unit="para"/>ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,</l><l n="946">ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="947"><milestone ed="P" unit="para"/>χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,</l><l n="948">κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="949">τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.</l><l n="950"><milestone ed="P" unit="para"/>ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, </l><l n="951">ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,</l><l n="952">παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,</l><l n="953">αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,</l><l n="954">ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας</l><l n="955">ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. </l><l n="956"><milestone ed="P" unit="para"/>ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη</l><l n="957">Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.</l><l n="958">Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο</l><l n="959">κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο</l><l n="960">γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. </l><l n="961">ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι</l><l n="962">γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.</l><sp><milestone ed="p" unit="card" n="963"/><l n="963"><milestone ed="P" unit="para"/>ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ
                        ἔχοντες,</l><l n="964">νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.</l><l n="965">νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι</l><l n="966">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="967">ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι</l><l n="968">ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.</l></sp><l n="969"><milestone ed="P" unit="para"/>Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>