<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:883-922</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:883-922</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="883">δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν</l><l n="884">Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν</l><l n="885">ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς. </l><milestone ed="p" unit="card" n="886"/><l n="886"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο
                    Μῆτιν</l><l n="887">πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.</l><l n="888">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην</l><l n="889">τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας</l><l n="890">αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="891">Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.</l><l n="892">τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν</l><l n="893">ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.</l><l n="894">ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·</l><l n="895">πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν</l><l n="896">ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.</l><l n="897">αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν</l><l n="898">ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·</l><l n="899">ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,</l><l n="900">ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. </l><milestone ed="p" unit="card" n="901"/><l n="901"><milestone ed="P" unit="para"/>δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,</l><l n="902">Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,</l><l n="903">αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,</l><l n="904">Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,</l><l n="905">Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι</l><l n="906">θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.</l><l n="907"><milestone ed="P" unit="para"/>τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε
                    καλλιπαρῄους,</l><l n="908">Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,</l><l n="909">Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·</l><l n="910">τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων</l><l n="911">λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.</l><l n="912"><milestone ed="P" unit="para"/>αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,</l><l n="913">ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς</l><l n="914">ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.</l><l n="915"><milestone ed="P" unit="para"/>μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, </l><l n="916">ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο</l><l n="917">ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.</l><l n="918"><milestone ed="P" unit="para"/>Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,</l><l n="919">ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,</l><l n="920">γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. </l><l n="921"><milestone ed="P" unit="para"/>λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·</l><l n="922">ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>