<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:846-910</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:846-910</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="846">πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.</l><l n="847">ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·</l><l n="848">θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ</l><l n="849">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·</l><l n="850">τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,</l><l n="851">Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,</l><l n="852">ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.</l><milestone ed="p" unit="card" n="853"/><l n="853">Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,</l><l n="854">βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,</l><l n="855">πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας</l><l n="856">ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.</l><l n="857">αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,</l><l n="858">ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.</l><l n="859">φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος</l><l n="860">οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, </l><l n="861">πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα</l><l n="862">ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς</l><l n="863">τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι</l><l n="864">θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.</l><l n="865">οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ</l><l n="866">τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.</l><l n="867">ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.</l><l n="868">ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.</l><l n="869"><milestone ed="P" unit="para"/>ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,</l><l n="870">νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·</l><l n="871">οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·</l><l n="872">οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·</l><l n="873">αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,</l><l n="874">πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·</l><l n="875">ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας</l><l n="876">ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ</l><l n="877">ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·</l><l n="878">αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν</l><l n="879">ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων</l><l n="880">πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. </l><l n="881"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,</l><l n="882">Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,</l><l n="883">δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν</l><l n="884">Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν</l><l n="885">ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς. </l><milestone ed="p" unit="card" n="886"/><l n="886"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο
                    Μῆτιν</l><l n="887">πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.</l><l n="888">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην</l><l n="889">τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας</l><l n="890">αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="891">Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.</l><l n="892">τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν</l><l n="893">ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.</l><l n="894">ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·</l><l n="895">πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν</l><l n="896">ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.</l><l n="897">αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν</l><l n="898">ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·</l><l n="899">ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,</l><l n="900">ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. </l><milestone ed="p" unit="card" n="901"/><l n="901"><milestone ed="P" unit="para"/>δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,</l><l n="902">Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,</l><l n="903">αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,</l><l n="904">Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,</l><l n="905">Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι</l><l n="906">θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.</l><l n="907"><milestone ed="P" unit="para"/>τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε
                    καλλιπαρῄους,</l><l n="908">Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,</l><l n="909">Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·</l><l n="910">τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>