<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:821-840</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:821-840</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="821">ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη</l><l n="822">Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·</l><l n="823">οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,</l><l n="824">καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων</l><l n="825">ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,</l><l n="826">γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων</l><l n="827">θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·</l><l n="828">πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·</l><l n="829">φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι</l><l n="830">παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ</l><l n="831">φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε</l><l n="832">ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,</l><l n="833">ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,</l><l n="834">ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,</l><l n="835">ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.</l><l n="836">καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ</l><l n="837">καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,</l><l n="838">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="839">σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα</l><l n="840">σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>