<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:81-153</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:81-153</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="81">ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο</l><l n="82">γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,</l><l n="83">τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,</l><l n="84">τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ</l><l n="85">πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας</l><l n="86">ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων</l><l n="87">αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·</l><l n="88">τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς</l><l n="89">βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι</l><l n="90">ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.</l><l n="91">ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται</l><l n="92">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·</l><l n="93">τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.</l><l n="94">ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος</l><l n="95">ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, </l><l n="96">ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι</l><l n="97">φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.</l><l n="98">εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ</l><l n="99">ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς</l><l n="100">Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων</l><l n="101">ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="102">αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων</l><l n="103">μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.</l><sp><milestone ed="p" unit="card" n="104"/><l n="104"><milestone ed="P" unit="para"/>χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν
                        ἀοιδήν.</l><l n="105">κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, </l><l n="106">οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="107">Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.</l><l n="108">εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο</l><l n="109">καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, </l><l n="110">ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν</l><l n="111"><del>οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων</del></l><l n="112">ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο</l><l n="113">ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.</l><l n="114">ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="115">ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.</l></sp><l n="116"><milestone ed="P" unit="para"/>ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα</l><l n="117">Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="118"><del>ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</del></l><l n="119">Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,</l><l n="120">ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,</l><l n="121">λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων</l><l n="122">δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.</l><l n="123">ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·</l><l n="124">Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,</l><l n="125">οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. </l><l n="126">Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ </l><l n="127">Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,</l><l n="128">ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.</l><l n="129">γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,</l><l n="130">Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.</l><l n="131">ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, </l><l n="132">Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα</l><l n="133">Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,</l><l n="134">Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε</l><l n="135">Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε</l><l n="136">Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.</l><l n="137">τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,</l><l n="138">δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.</l><milestone ed="p" unit="card" n="139"/><l n="139"><milestone ed="P" unit="para"/>γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,</l><l n="140">Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, </l><l n="141">οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.</l><l n="142">οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, </l><l n="143">μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.</l><l n="144">Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων</l><l n="145">κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·</l><l n="146">ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.</l><l n="147"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="148">τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,</l><l n="149">Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.</l><l n="150">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,</l><l n="151">ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="152">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·</l><l n="153">ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>