<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:81-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:81-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="81">ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο</l><l n="82">γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,</l><l n="83">τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,</l><l n="84">τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ</l><l n="85">πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας</l><l n="86">ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων</l><l n="87">αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·</l><l n="88">τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς</l><l n="89">βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι</l><l n="90">ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.</l><l n="91">ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται</l><l n="92">αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·</l><l n="93">τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.</l><l n="94">ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος</l><l n="95">ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, </l><l n="96">ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι</l><l n="97">φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.</l><l n="98">εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ</l><l n="99">ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς</l><l n="100">Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>