<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:793-814</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:793-814</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="793">ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ</l><l n="794">ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</l><l n="795">κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·</l><l n="796">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον</l><l n="797">βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος</l><l n="798">στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.</l><l n="799">αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,</l><l n="800">ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. </l><l n="801">εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,</l><l n="802">οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας</l><l n="803">ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις</l><l n="804">εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.</l><l n="805">τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ</l><l n="806">ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.</l><milestone ed="p" unit="card" n="807"/><l n="807"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="808">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="809">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="810">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.</l><l n="811">ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς</l><l n="812">ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,</l><l n="813">αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων</l><l n="814">Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>