<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:781-845</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:781-845</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="781">ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="782">ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται</l><l n="783">καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="784">Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι</l><l n="785">τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ</l><l n="786">ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο</l><l n="787">ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="788">ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν</l><l n="789">Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·</l><l n="790">ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="791">δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,</l><l n="792">ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.</l><l n="793">ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ</l><l n="794">ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</l><l n="795">κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·</l><l n="796">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον</l><l n="797">βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος</l><l n="798">στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.</l><l n="799">αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,</l><l n="800">ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. </l><l n="801">εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,</l><l n="802">οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας</l><l n="803">ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις</l><l n="804">εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.</l><l n="805">τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ</l><l n="806">ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.</l><milestone ed="p" unit="card" n="807"/><l n="807"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="808">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="809">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="810">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.</l><l n="811">ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς</l><l n="812">ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,</l><l n="813">αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων</l><l n="814">Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.</l><l n="815">αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι</l><l n="816">δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,</l><l n="817">Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα</l><l n="818">γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,</l><l n="819">δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.</l><milestone ed="p" unit="card" n="820"/><l n="820"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, </l><l n="821">ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη</l><l n="822">Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·</l><l n="823">οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,</l><l n="824">καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων</l><l n="825">ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,</l><l n="826">γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων</l><l n="827">θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·</l><l n="828">πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·</l><l n="829">φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι</l><l n="830">παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ</l><l n="831">φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε</l><l n="832">ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,</l><l n="833">ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,</l><l n="834">ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,</l><l n="835">ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.</l><l n="836">καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ</l><l n="837">καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,</l><l n="838">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="839">σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα</l><l n="840">σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="841">πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.</l><l n="842">ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος</l><l n="843">ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.</l><l n="844">καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον</l><l n="845">βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>