<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:777-789</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:777-789</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="777">πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει</l><l n="778">μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη</l><l n="779">κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.</l><l n="780">παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις</l><l n="781">ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="782">ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται</l><l n="783">καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="784">Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι</l><l n="785">τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ</l><l n="786">ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο</l><l n="787">ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="788">ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν</l><l n="789">Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>