<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:769-905</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:769-905</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="769">ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει</l><l n="770">νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας</l><l n="771">σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,</l><l n="772">ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων</l><l n="773">ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.</l><l n="774"><del>ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.</del></l><l n="775"><milestone ed="P" unit="para"/>ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, </l><l n="776">δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο</l><l n="777">πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει</l><l n="778">μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη</l><l n="779">κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.</l><l n="780">παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις</l><l n="781">ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="782">ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται</l><l n="783">καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="784">Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι</l><l n="785">τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ</l><l n="786">ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο</l><l n="787">ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="788">ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν</l><l n="789">Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·</l><l n="790">ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="791">δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,</l><l n="792">ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.</l><l n="793">ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ</l><l n="794">ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</l><l n="795">κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·</l><l n="796">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον</l><l n="797">βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος</l><l n="798">στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.</l><l n="799">αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,</l><l n="800">ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. </l><l n="801">εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,</l><l n="802">οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας</l><l n="803">ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις</l><l n="804">εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.</l><l n="805">τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ</l><l n="806">ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.</l><milestone ed="p" unit="card" n="807"/><l n="807"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="808">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="809">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="810">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.</l><l n="811">ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς</l><l n="812">ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,</l><l n="813">αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων</l><l n="814">Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.</l><l n="815">αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι</l><l n="816">δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,</l><l n="817">Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα</l><l n="818">γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,</l><l n="819">δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.</l><milestone ed="p" unit="card" n="820"/><l n="820"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, </l><l n="821">ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη</l><l n="822">Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·</l><l n="823">οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,</l><l n="824">καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων</l><l n="825">ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,</l><l n="826">γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων</l><l n="827">θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·</l><l n="828">πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·</l><l n="829">φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι</l><l n="830">παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ</l><l n="831">φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε</l><l n="832">ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,</l><l n="833">ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,</l><l n="834">ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,</l><l n="835">ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.</l><l n="836">καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ</l><l n="837">καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,</l><l n="838">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="839">σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα</l><l n="840">σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="841">πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.</l><l n="842">ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος</l><l n="843">ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.</l><l n="844">καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον</l><l n="845">βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,</l><l n="846">πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.</l><l n="847">ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·</l><l n="848">θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ</l><l n="849">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·</l><l n="850">τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,</l><l n="851">Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,</l><l n="852">ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.</l><milestone ed="p" unit="card" n="853"/><l n="853">Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,</l><l n="854">βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,</l><l n="855">πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας</l><l n="856">ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.</l><l n="857">αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,</l><l n="858">ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.</l><l n="859">φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος</l><l n="860">οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, </l><l n="861">πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα</l><l n="862">ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς</l><l n="863">τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι</l><l n="864">θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.</l><l n="865">οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ</l><l n="866">τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.</l><l n="867">ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.</l><l n="868">ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.</l><l n="869"><milestone ed="P" unit="para"/>ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,</l><l n="870">νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·</l><l n="871">οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·</l><l n="872">οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·</l><l n="873">αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,</l><l n="874">πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·</l><l n="875">ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας</l><l n="876">ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ</l><l n="877">ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·</l><l n="878">αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν</l><l n="879">ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων</l><l n="880">πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. </l><l n="881"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,</l><l n="882">Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,</l><l n="883">δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν</l><l n="884">Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν</l><l n="885">ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς. </l><milestone ed="p" unit="card" n="886"/><l n="886"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο
                    Μῆτιν</l><l n="887">πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.</l><l n="888">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην</l><l n="889">τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας</l><l n="890">αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="891">Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.</l><l n="892">τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν</l><l n="893">ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.</l><l n="894">ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·</l><l n="895">πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν</l><l n="896">ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.</l><l n="897">αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν</l><l n="898">ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·</l><l n="899">ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,</l><l n="900">ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. </l><milestone ed="p" unit="card" n="901"/><l n="901"><milestone ed="P" unit="para"/>δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,</l><l n="902">Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,</l><l n="903">αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,</l><l n="904">Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,</l><l n="905">Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>