<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:769-784</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:769-784</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="769">ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει</l><l n="770">νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας</l><l n="771">σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,</l><l n="772">ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων</l><l n="773">ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.</l><l n="774"><del>ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.</del></l><l n="775"><milestone ed="P" unit="para"/>ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, </l><l n="776">δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο</l><l n="777">πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει</l><l n="778">μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη</l><l n="779">κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.</l><l n="780">παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις</l><l n="781">ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="782">ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται</l><l n="783">καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="784">Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>