<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:75-87</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:75-87</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="75"><milestone ed="P" unit="para"/>ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ
                    ἔχουσαι,</l><l n="76">ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,</l><l n="77">Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε</l><l n="78">Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε</l><l n="79">Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="80">ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. </l><l n="81">ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο</l><l n="82">γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,</l><l n="83">τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,</l><l n="84">τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ</l><l n="85">πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας</l><l n="86">ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων</l><l n="87">αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>