<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:738-821</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:738-821</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="738">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="739">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,</l><l n="740">χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="741">οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,</l><l n="742">ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ</l><l n="743">ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι</l><l n="744">τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ</l><l n="745">ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. </l><l n="746">τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν</l><l n="747">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν</l><l n="748">ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι</l><l n="749">ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν</l><l n="750">χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε</l><l n="751">ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,</l><l n="752">ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα</l><l n="753">γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα</l><l n="754">μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,</l><l n="755">ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, </l><l n="756">ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.</l><l n="757">Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.</l><l n="758"><milestone ed="P" unit="para"/>ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,</l><l n="759">Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς</l><l n="760">Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν</l><l n="761">οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.</l><l n="762">τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="763">ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,</l><l n="764">τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ</l><l n="765">νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν</l><l n="766">ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.</l><milestone ed="p" unit="card" n="767"/><l n="767"><milestone ed="P" unit="para"/>ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες</l><l n="768">ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης</l><l n="769">ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει</l><l n="770">νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας</l><l n="771">σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,</l><l n="772">ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων</l><l n="773">ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.</l><l n="774"><del>ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.</del></l><l n="775"><milestone ed="P" unit="para"/>ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, </l><l n="776">δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο</l><l n="777">πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει</l><l n="778">μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη</l><l n="779">κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.</l><l n="780">παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις</l><l n="781">ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="782">ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται</l><l n="783">καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="784">Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι</l><l n="785">τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ</l><l n="786">ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο</l><l n="787">ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="788">ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν</l><l n="789">Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·</l><l n="790">ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="791">δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,</l><l n="792">ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.</l><l n="793">ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ</l><l n="794">ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</l><l n="795">κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·</l><l n="796">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον</l><l n="797">βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος</l><l n="798">στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.</l><l n="799">αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,</l><l n="800">ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. </l><l n="801">εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,</l><l n="802">οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας</l><l n="803">ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις</l><l n="804">εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.</l><l n="805">τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ</l><l n="806">ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.</l><milestone ed="p" unit="card" n="807"/><l n="807"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="808">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="809">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="810">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.</l><l n="811">ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς</l><l n="812">ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,</l><l n="813">αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων</l><l n="814">Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.</l><l n="815">αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι</l><l n="816">δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,</l><l n="817">Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα</l><l n="818">γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,</l><l n="819">δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.</l><milestone ed="p" unit="card" n="820"/><l n="820"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, </l><l n="821">ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>