<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:699-711</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:699-711</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="699">αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.</l><l n="700">καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα</l><l n="701">ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι</l><l n="702">αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="703">πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει</l><l n="704">τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·</l><l n="705">τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. </l><l n="706">σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον</l><l n="707">βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,</l><l n="708">κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε</l><l n="709">ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει</l><l n="710">σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.</l><l n="711">ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>