<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:672-724</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:672-724</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="672">πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="673">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="674">οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ</l><l n="675">πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. </l><l n="676">Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="677">προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον</l><l n="678">ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,</l><l n="679">γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς</l><l n="680">σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος</l><l n="681">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα</l><l n="682">Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ</l><l n="683">ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·</l><l n="684">ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.</l><l n="685">φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα</l><l n="686">κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><milestone ed="p" unit="card" n="687"/><l n="687"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ
                    γε</l><l n="688">εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν</l><l n="689">φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου</l><l n="690">ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ</l><l n="691">ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο</l><l n="692">χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες</l><l n="693">ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε</l><l n="694">καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.</l><l n="695">ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα</l><l n="696">πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ</l><l n="697">Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν</l><l n="698">ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων</l><l n="699">αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.</l><l n="700">καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα</l><l n="701">ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι</l><l n="702">αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="703">πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει</l><l n="704">τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·</l><l n="705">τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. </l><l n="706">σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον</l><l n="707">βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,</l><l n="708">κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε</l><l n="709">ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει</l><l n="710">σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.</l><l n="711">ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες</l><l n="712">ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.</l><l n="713"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν</l><l n="714">Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,</l><l n="715">οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν</l><l n="716">πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι</l><l n="717">Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="718">πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν</l><l n="719">χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,</l><l n="720">τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l><l n="721">τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.</l><l n="722">ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="723">οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·</l><l n="724">ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>