<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:653-682</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:653-682</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><sp><l n="653">ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.</l></sp><milestone ed="p" unit="card" n="654"/><l n="654"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος
                    ἀμύμων·</l><l n="655"><milestone ed="P" unit="para"/>Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ
                    αὐτοὶ</l><l n="656">ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,</l><l n="657">ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.</l><l n="658">σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος</l><l n="659">ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν</l><l n="660">ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.</l><l n="661">τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="662">ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι</l><l n="663">μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.</l><l n="664"><milestone ed="P" unit="para"/>ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,</l><l n="665">μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς</l><l n="666">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν</l><l n="667">πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,</l><l n="668">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,</l><l n="669">οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε</l><l n="670">δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.</l><l n="671">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο</l><l n="672">πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="673">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="674">οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ</l><l n="675">πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. </l><l n="676">Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="677">προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον</l><l n="678">ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,</l><l n="679">γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς</l><l n="680">σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος</l><l n="681">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα</l><l n="682">Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>