<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:641-660</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:641-660</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="641">πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.</l><l n="642">ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,</l><l n="643">δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="644"><milestone ed="P" unit="para"/>κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ
                        τέκνα,</l><l n="645">ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="646">ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι</l><l n="647">νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα</l><l n="648">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.</l><l n="649">ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους</l><l n="650">φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ</l><l n="651">μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες</l><l n="652">ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ</l><l n="653">ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.</l></sp><milestone ed="p" unit="card" n="654"/><l n="654"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος
                    ἀμύμων·</l><l n="655"><milestone ed="P" unit="para"/>Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ
                    αὐτοὶ</l><l n="656">ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,</l><l n="657">ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.</l><l n="658">σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος</l><l n="659">ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν</l><l n="660">ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>