<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:632-768</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:632-768</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="632">οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,</l><l n="633">οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,</l><l n="634">οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.</l><l n="635">οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες</l><l n="636">συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·</l><l n="637">οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ</l><l n="638">οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.</l><l n="639">ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,</l><l n="640">νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,</l><l n="641">πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.</l><l n="642">ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,</l><l n="643">δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="644"><milestone ed="P" unit="para"/>κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ
                        τέκνα,</l><l n="645">ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="646">ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι</l><l n="647">νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα</l><l n="648">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.</l><l n="649">ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους</l><l n="650">φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ</l><l n="651">μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες</l><l n="652">ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ</l><l n="653">ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.</l></sp><milestone ed="p" unit="card" n="654"/><l n="654"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος
                    ἀμύμων·</l><l n="655"><milestone ed="P" unit="para"/>Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ
                    αὐτοὶ</l><l n="656">ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,</l><l n="657">ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.</l><l n="658">σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος</l><l n="659">ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν</l><l n="660">ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.</l><l n="661">τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="662">ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι</l><l n="663">μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.</l><l n="664"><milestone ed="P" unit="para"/>ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,</l><l n="665">μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς</l><l n="666">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν</l><l n="667">πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,</l><l n="668">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,</l><l n="669">οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε</l><l n="670">δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.</l><l n="671">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο</l><l n="672">πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="673">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="674">οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ</l><l n="675">πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. </l><l n="676">Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="677">προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον</l><l n="678">ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,</l><l n="679">γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς</l><l n="680">σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος</l><l n="681">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα</l><l n="682">Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ</l><l n="683">ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·</l><l n="684">ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.</l><l n="685">φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα</l><l n="686">κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><milestone ed="p" unit="card" n="687"/><l n="687"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ
                    γε</l><l n="688">εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν</l><l n="689">φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου</l><l n="690">ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ</l><l n="691">ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο</l><l n="692">χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες</l><l n="693">ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε</l><l n="694">καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.</l><l n="695">ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα</l><l n="696">πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ</l><l n="697">Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν</l><l n="698">ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων</l><l n="699">αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.</l><l n="700">καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα</l><l n="701">ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι</l><l n="702">αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="703">πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει</l><l n="704">τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·</l><l n="705">τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. </l><l n="706">σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον</l><l n="707">βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,</l><l n="708">κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε</l><l n="709">ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει</l><l n="710">σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.</l><l n="711">ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες</l><l n="712">ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.</l><l n="713"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν</l><l n="714">Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,</l><l n="715">οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν</l><l n="716">πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι</l><l n="717">Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="718">πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν</l><l n="719">χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,</l><l n="720">τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l><l n="721">τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.</l><l n="722">ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="723">οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·</l><l n="724">ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="725">ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι. </l><l n="726">τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ</l><l n="727">τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν</l><l n="728">γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.</l><milestone ed="p" unit="card" n="729"/><l n="729">ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι</l><l n="730">κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο</l><l n="731">χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.</l><l n="732">τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων</l><l n="733">χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.</l><l n="734">ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος</l><l n="735">ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.</l><l n="736"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="737">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="738">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="739">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,</l><l n="740">χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="741">οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,</l><l n="742">ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ</l><l n="743">ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι</l><l n="744">τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ</l><l n="745">ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. </l><l n="746">τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν</l><l n="747">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν</l><l n="748">ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι</l><l n="749">ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν</l><l n="750">χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε</l><l n="751">ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,</l><l n="752">ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα</l><l n="753">γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα</l><l n="754">μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,</l><l n="755">ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, </l><l n="756">ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.</l><l n="757">Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.</l><l n="758"><milestone ed="P" unit="para"/>ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,</l><l n="759">Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς</l><l n="760">Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν</l><l n="761">οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.</l><l n="762">τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="763">ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,</l><l n="764">τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ</l><l n="765">νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν</l><l n="766">ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.</l><milestone ed="p" unit="card" n="767"/><l n="767"><milestone ed="P" unit="para"/>ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες</l><l n="768">ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>