<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:621-633</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:621-633</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="621">ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες</l><l n="622">εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,</l><l n="623">δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.</l><l n="624">ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,</l><l n="625">οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, </l><l n="626">Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·</l><l n="627">αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε</l><l n="628">σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.</l><l n="629">δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες</l><l n="630">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, </l><l n="631">ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,</l><l n="632">οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,</l><l n="633">οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>