<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="61">μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,</l><l n="62">τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.</l><milestone ed="p" unit="card" n="63"/><l n="63">ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.</l><l n="64">πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν</l><l n="65">ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι</l><l n="66">μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ</l><l n="67">ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.</l><l n="68">αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,</l><l n="69">ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα</l><l n="70">ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει</l><l n="71">νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,</l><l n="72">αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,</l><l n="73">κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα</l><l n="74">ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.</l><l n="75"><milestone ed="P" unit="para"/>ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ
                    ἔχουσαι,</l><l n="76">ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,</l><l n="77">Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε</l><l n="78">Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε</l><l n="79">Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.</l><l n="80">ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>